69
πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν παραλείπειν *: παραλιπεῖν τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς ὁσίοις. ὁσίοις] ὁσιρείοις R καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας Ἀχαίας *: ἀχαιᾶς μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας Πλειάδας Halmius: πλειάδα σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος Θεόπομπος] Mueller. 1 p. 328 ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι.