74
λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν (ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν), ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ ἄστρῳ X: ἄστρῳ ἢ προσείκασαν.