75
οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα μίμημα Basileensis: οὐ μίμημα θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου δι’ ἀψόφου] Eurip. Tro. 887 βαίνων κελεύθου κατὰ δίκην κατὰ δίκην Cobetus: καὶ δίκης τὰ θνήτʼ θνήτʼ idem: θνητὰ ἄγει ἄγει idem: ἄγει κατὰ δίκην μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ ὃ M: ᾧ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον. γινόμενον vel γενησόμενον Halmius ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι, δυνάμεναι - φοβούμεναι M: δυνάμενοι - φοβούμενοι τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις κάν τοσαύταις? ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δʼ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην οὕτω κλυζομένην] ὑποκλυζομένην R καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ ἢ] del. Duebnerus νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει διαστάσει Bottcherus: διαβάσει πρὸς ἀλλήλους καὶ τὸ καὶ τὸ] i.e. καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον· ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς πρὸς R: περὶ τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ καὶ γὰρ καὶ X: καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις· οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς πλήθους ἀποφάσει καὶ δι’ ἁπλότητα τῆς Bottcherus: πείθουσα προάσει καὶ διπλοτάτης μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν· τόλμαν] πόλεμον R δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι ἰσότητι] ἰσότης καὶ Emperius δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ συντιθεμένων, ἀποτελούμενος. ἀποτελουμένη Holwerda