1
ΒΑΣΙΛΟΚΛΗΣ. ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον· ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα. ΦΙΛΙΝΟΣ. βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν. ΒΑΣ.. ἕετερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν διελεῖν codd. mei τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες;ΦΙΛ. ἐεμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας. ΒΑΣ. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός φιλήκοος M: φιλικός ἐστιν ὁ ξένος. ΦΙΛ. φιλόλογός γε γε W: δὲ καὶ φιλομαθής ἐστι μᾶλλον. οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ τὸ] malim τι μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν τέκος ἀγαθοῦ πατρός. οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον. ΒΑΣ. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δʼ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίνʼ ἀρχὴν ἀρχὴν W: ἑτέραν ἀρχὴν ἔσχον οἱ λόγοι καὶ πρόφασιν;