10
καὶ ὁ Βόηθος ποῖον γάρ εἶπεν ὦ δαιμόνιε, τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει; τί δʼ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου; καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλʼ εἰπεῖν, μᾶλλον δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον· οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως. διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον. ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ δικαίως ἀναμένει τὴν ἐκ ταὐτομάτου ταὐτομάτου *: τοῦ αὐτομάτου πίστιν οὐδʼ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος τῷ τῷ Emperius γενομένῳ idem: γενομένου μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης· μᾶλλον μᾶλλον R: καλ cum lac. 1-2 litt. cf. Nauck p. 674 δʼ δʼ μὲν εἰκάζων καλῶς, ὃν ἄριστον μάντιν ἀνηγόρευκεν ἡ παροιμία, ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι. Σίβυλλαι δʼ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρτως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντοδαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων· οἷς, οἶς] iungas cum ὁμοίως γιγνομένων ἐνίων ἀπὸ τύχης, ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν κἂν] καὶ mei codd. ὕστερον ἀληθές, ἀληθὲς Emperius εἰ τύχοι, γένηται.