Thesauros Literature biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
17 ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ὁ ξένος· ἡδὺ μέν ἔφη τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δʼ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν· ὥστʼ, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες. οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος· ὡς δυεῖν θάτερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας. περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ τοῦ Emperius νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θʼ ὕδωρ lac. 8 litt. in E ἀποβλέποντες ὥστʼ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ. Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης Σιμωνίδης] Bergkius 3 p. 409 ἔνθα χερνίβεσσιν εἰρύεται ἀρύεται Turnebus τὸ τὸ Bergkius: τε Μοισᾶν Μοισᾶν Schneidewinus: μουσᾶν καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ. μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών ἁγνᾶν ἐπίσκοπον,hinc ἀγνὰ ἐπίσκοπε Κλειοὶ effecit Bergk. 3 p. 410 χερνίβων φησὶ πολύλιστον ἀραιόν τέ ἐστιν ἀραιόν τέ ἐστιν] ἀρυόντεσσιν Emperius ἀχρυσόπεπλον Lac. 13 litt. in E εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν ἐραννὸν Emperius ὕδωρ λαβόν. οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι. πεφήνασι (πεφύκασι E)] γε φήσασι? πεπεικόσι? τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ διὰ W τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι, συμφέρετε πτερά, πτερά τʼ Emperius. πτερόν? οἰωνοί, κηρόν τε, μέλισσαι ὅτε τῷ θεῷ ὅτε τῷ θεῷ] aliquid labis contraxisse vid. Ante ὅτε lac. statuit R. ὅτε τῶν θεῶν (sc. Μουσῶν) Benselerus ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme