Thesauros Literature biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
21 ἀλλʼ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος ψυχὴ δʼ ὄργανον θεοῦ γέγονεν ὀργάνου δʼ ἀρετὴ μάλιστα μιμεῖσθαι τὸ χρώμενον ᾗ πέφυκε δυνάμει καὶ παρέχειν τὸ ἔργον αὐτοῦ τοῦ αὐτοῦ τοῦ] αὐτοῦ E. αὖ τοῦ B νοήματος ἐν αὐτῷ δυναμένη, fort. locus emendandus est ita: ᾗ πέφυκε δυνάμει παρέχειν μὲν τὸ ἔργον - δυναμένου (sc. τοῦ ὀργάνου), δεικύναι δ’ οὐχ cett. δεικνύναι δʼ οὐχ οἷον ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον πολλῷ τῷ ἀλλοτρίῳ· πολλῷ τω-ι ἀλλοτρίῳ W. Eorum loco lac. in codd. 9 fere litt. in E καθʼ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἕτερον δὲ καὶ διʼ ἑτέρου φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως. καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκόν, ὅσα τʼ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυπουμένης ὁμοιότητος, ἄλλο δʼ ἄλλην ἀφʼ ἑαυτοῦ τῷ μιμήματι διαφορὰν προστίθησι καὶ τὰς ἐν κατόπτροις ἐπιπέδοις τε καὶ κοίλοις καὶ περιηγέσι περιηγέσι R: περιαυγέσι φασμάτων καὶ εἰδώλων ἀφʼ ἑνὸς εἴδους μυρίας παρατυπώσεις. καὶ γάρ εἰσι lac. 18 fere litt. in E. si εἰσι mutes in ἡλίῳ, nil requires ad sententiae integri tatem W οὐδὲν οὔτε μᾶλλον τὴν τὴν R ἰδέαν ἔοικεν οὔτε ὡς ὄργανον ὀργάνῳ idem χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης· λαμβάνουσα δὲ παρʼ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν· ἡ δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπʼ ἀσθενείας. οἶμαι δὲ σὲ σε Duebnerus γιγνώσκειν τὸ παρʼ Ἡρακλείτῳ Ἡρακλείτῳ] Bywater p. 5 λεγόμενον ὡς ὡς ὁ R: ὥσθʼ ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει. πρόσλαβε δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώμενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν· πρὸς ὄψιν] post Πυθίᾳ leguntur in codd. Transposuit W δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆςpost ψυχῆς lac. est (18 fere litt. in E) quae W iudice nulla est ἡσυχίαν ἄγειν μὴ δυναμένης δυναμένης W: δυνάμενος μηδὲ μηδέ idem: δὲ τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶσαν, ἀλλʼ ὥσπερ ἐν σάλῳ ψοφοῦσαν ψοφοῦσαν W: ψαύουσαν αὐτὴν καὶ συμπλεκομένην τοῖς ἐν αὑτῇ αὑτῇ *: αὐτῇ κινήμασι καὶ πάθεσιν ἐπιταράττουσιν ἐπιταράττουσιν αὐτὴν W: ἐπιταραττούσης αὐτήν. ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπʼ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δʼ ὡς πέφυκε κινουμένης. ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρʼ ὃ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον ἢ κυβικῶς ἢ κυβικῶς] ἢ σφαῖραν κυβικῶς W. Del. Stegmannus ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα κιθαριστικῶς· ἀλλʼ οὐχ ἕτερον ἕτερον W: ἕτερον ἢ ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ ὡς πέφυκεν· ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ ἐν αὐτῷ M: ἑαυτῶν προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν κινῶν W: κινοῦντι νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον; οὐκ ἔστιν εἰπεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme