Thesauros Literature biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
23 τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν τὰ πλείονα, οἶμαι. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο. δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις ὁ χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς προτροπῆς R τοῦ φανταστικοῦ δεομένην, δεομένην idem: δεομένης ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλʼ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει πάθει] πένθει R γιγνομένων, οἴκτου τινος ὑπορρυέντος ἢ χαρᾶς προσπεσούσης, ὠλίσθανον ὠλίσθανον idem: ὠλίσθανεν εἰς ἐνῳδὸν Lacuna 7 litt. in BE, quae nulla est R et W iudicibus. Cf. p. 623 a γῆρυν ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια καὶ τὰ βιβλία γραμμάτων. ὁ δʼ Εὐριπίδης Εὐριπίδης] Nauck p. 569 εἰπὼν εἰπὼν Basileensis: ἐπιὼν ὡς ἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν ἐνενόησεν, ἐνενόησεν W: ἐννοῆσαι ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν. ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδʼ ᾠδαῖς ῥίμφα παιδείους παιδείους - μελιγάρεας Pindarus Isthm. 2, 3: παιδίοις - μελιγηρέας ὡς Πίνδαρος ἔφη τοξεύει μελιγάρεας ὕμνους; ἀλλʼ ἄτοπον· ἔρωτες γὰρ ἔτι ἒτι R: ὅτι πολλοὶ τῶν ἀνθρώπων τῶν ἀνθρώπων Turnebus: τὸν ἄνθρωπον ἐπιστρέφονται, ψυχαῖς δʼ δʼ R ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδʼ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις, ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δʼ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν παλαιῶν· ὅτι ὅτι] ἔτι δʼ R. οὐδʼ ὅσιον ὅθεν W εἰπεῖν ἢ καλὸν ὡς ἀνέραστος ἦν ἡ Ἀκαδήμεια ἀπολείπει Turnebus: ἀπολιπεῖν καὶ ὁ Σωκράτους καὶ Πλάτωνος; χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δʼ οὐκ ἀπολελοίπασι. τί δʼ ἀπολείπει τοῦ λέγοντος; ἐρωτικὴν μόνην γεγονέναι Σαπφὼ γυναικῶν ὁ ὁ idem μαντικὴν φάσκων μόνην φάσκων μόνην supplevi cum Turnebo lacunam 17 litt. in E, 12 in B γεγονέναι Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων ἐθεμίστευσαν; ὁ μὲν γὰρ οἶνος ὡς ἔλεγε Χαιρήμων Χαιρήμων] Nauck. p. 787, 16 τοῖς τρόποις κεράννυται τῶν πινόντων ὁ δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ὁ ἐρωτικός, χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθʼ ὃ πέφυκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme