24
οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν. ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος. ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες. οὐ γὰρ μόνον νῦν ὀλίγοι μόλις ἐπαΐουσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις μηλοβόται μηλοβόται τε X. Eorum loco lac. (10 litt. in E) τʼ ἀρόται τʼ ὀρνιχολόχοι ὀρνιχολόχοι Pindarus Isthm. 1, 68: ὀρνιθολόγοι τε κατὰ Πίνδαρον ἀλλʼ ὑπὸ τῆς πρὸς ποιητικὴν ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο, μύθους καὶ παροιμίαςita Turnebus: μύθοις καὶ παροιμίαις ἐπέραινον, ἔτι δʼ ὕμνους θεῶν εὐχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν διʼ εὐφυΐαν οἱ δὲ διὰ συνήθειαν. οὐκοῦν οὐδὲ μαντικῇita Turnebus: μαντικὴν κόσμου καὶ χάριτος ἐφθόνει ὁ θεὸς οὐδʼ ἀπήλαυνεν ἐνθένδε τιμωμένην ἠτιμωμένην Madvigius μοῦσαν τὴν μοῦσαν Stegmannus τοῦ τρίποδος, ἀλλʼ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς φύσεις καὶ ἀσπαζόμενος, φύσεις καὶ ἀσπαζόμενος Huttenus: ἀσπαζόμενος φύσεις αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς ἁρμόττον καὶ θαυμαζόμενον. ἐπεὶ δέ, τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος, ἐξωθοῦσα τὸ περιττὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέκειρε καὶ ὑπέλυσε κόθορνον, οὐ φαύλως ἐθιζομένων ἀντικαλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον· οὕτω τοῦ λόγου τοῦ λόγου Basileensis: τῶ λόγω συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου, συναπολυομένου *: συναποδυομένου κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ καὶ] κὰν? τῷ πεζῷ μάλιστα τοῦ μυθώδους ἀπεκρίθη τάληθές· τἀληθές *: τὸ ἀληθές φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκαλικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον, διὰ διὰ R: τὴν διὰ λόγων ἐποιεῖτο τὴν ζήτησιν τὴν ζήτησιν idem: ζήτησιν ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεὸς πυρικάους μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας ὀφιοβόρους δὲ τοὺς Σπαρτιάτας ὀρεᾶνας δὲ τοὺς ἄνδρας ὀρεμπότας δὲ τοὺς ποταμούς· ἀφελὼν δὲ τῶν χρησμῶν ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν, οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ μαθηταὶ Leonicus: καθηγηταὶ διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ πιθανὸν ἁρμοζόμενος.