Thesauros Literature biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
4 ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς; τροφῆς ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν, τῆς πυκνότητος διάχυσιν διάχυσιν Anonymus. Lacuna (9 litt. in E) μὴ διδούσης, τὸν δʼ ὑφιστάμενον αὐτοῦ αὐτοῦ R: αὐτʼ cum lac. 2 litt. in E διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δʼ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον. ἡ δὲ λεπτότης ἔφη δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δʼ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφʼ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος. ὑπολαβὼν δʼ ὁ Θέων, τί γάρ εἶπεν ὦ ξένε, κωλύει ταὐτὸν ταὐτὸν *: ταὐτὸ εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφʼ ὧν καὶ Ὅμηρος Ὁμηρος] η 107 εἶπε καιροσέων καιροσέων] και ων lacuna intercedente BE. καιρουσσέων Larochius δʼ ὀθονῶν ὀθονέων Homerus ἀπολείβεται ὑγρὸν ἔλαιον, ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλʼ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης; διιείσης R: διίησι καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτʼ ἄν τις τις * τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν αὐτὴν] αὕτη Emperius praeter necessitatem ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ κυάνῳ Stegmannus: κυανῷ φῶς καὶ αὑγήν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme