Thesauros Literature biography Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν Plutarch
5 ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο προυχειρίζοντο? τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν καλὸν R: τὸ καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας εὐφωνίας idem: καὶ εὐφωνίας μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν ὁρῶμεν, εἶπεν? καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους. παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων Σαραπίων * hic et infra: σεραπίων εἶτʼ ἔφη ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν τολμῶμεν M: τὸ ἄμωμον αὖ πάλιν, ὡς λείπεται λείπεται R: λέγεται κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ καὶ οὐ Duebnerus: οὐ χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν αὑτῶν *: αὐτῶν κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείας ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ʽ οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρονʼ , ἆρʼ οὖν ἔφη τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;ʼ οὐκ ἔγωγʼ εἶπεν ὁ Σαραπίων. ἀλλὰ μὴν ἄξιον. ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντʼ ἔγραψεν. ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα· καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ὁ ἵππος τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι. ἀναστραφῶσι Perizonius διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς εὖ καὶ καλῶς *: οὐ καλῶς ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν· ἄλλοι ἄλλοι Perizonius: ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δʼ οὐκ εὖ τὰ ἔπη οὐκ εὖ τὰ ἔπη supplevi cum W. Lac. in codd. (18 litt. in E) πεποιῆσθαι πεποιὴσθαι W: πεπονὴσθαι τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, ὦ φίλε Σαραπίων, εἶπεν, ἐναργές; ἐστι. ποιήματα γὰρ γὰρ R: μὲν γὰρ γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ τῇ R περὶ λέξιν ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme