Thesauros Literature biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
23 κἀγὼ τὸν Δημήτριον προσαγορεύσας πῶς ἔχει ἔφην τὰ τῶν μνηστήρων ἔπη, τὸν Ὀδυσσέα θαυμασάντων τὸ τόξον μεταχειριζόμενον ὑπομνησθέντος δὲ τοῦ Δημητρίου, ταῦτʼ ἔφην ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν ἦ ἦ Turnebus: ἣ τις θηητὴρ θηητὴρ X ex Homero φ 397: θηρητὴρ καὶ ἐπίκλοπος ἔπλετο δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλʼ Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει ὁ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδʼ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος· αὐτοῦ αὐτοῦ] malim καὶ αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδʼ οἶδα διασῳζόμενον Ἵππυς δʼ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος, Ἐρέσιος R: αἰρέσιος ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δʼ ἀλλήλων κατὰ στοιχεῖον· ὅ τι τοῦτʼ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδʼ ἄλλην τινὰ πιθανότητα προσάπτων. ὑπολαβὼν δʼ ὁ δ’ ὁ *: δὲ Δημήτριος τίς δʼ ἄν εἶπεν ἐν τοιούτοις πράγμασιν εἴη πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν εὔλογον οὐδʼ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;ʼ καὶ ὁ Ἡρακλέων ἀλλὰ μὴν ὑμῶν ἔφη τῶν γραμματικῶν ἀκούομεν εἰς Ὅμηρον Ὁμηρον] O 187 ἀναγόντων ἀναγόντων στεγμαννυς· ἀγόντωντὴν δόξαν, ὡς ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ· ἄνω παντός· οἱ δʼ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν. οὕτω δὲ καὶ Πλάτων Πλάτων] Tim. p. 31 a sqq. ἔοικε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ ὅλου διαφοραῖς πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος τὸν ἀέρος τὸν πυρός· ἔσχατον δὲ τὸν περιέχοντα τούτους, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, ᾧ μάλιστα δὴ ταῖς ψυχικαῖς; περιόδοις καὶ κινήσεσι πρέπον σχῆμα καὶ συναρμόττον ἀπέδωκε καὶ ὁ Δημήτριος Ὅμηρον ἔφη τί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις. Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους; προσαγορεύειν ἐν οἷς τε μάχεται τοῖς ἀπείρους κόσμους ὑποτιθεμένοις, αὑτῷ αὐτῷ Vulcobius: αὕτη δή φησὶ δοκεῖν ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον. ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν παρέσχε δόξης. δόξης S: δι’ αὐτῆς τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι κόσμον εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ δʼ ἀφωρισμένως; ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν πέντε μήτʼ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος ἀπηρτημένον, εἰ μὴ τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας.ʼ κἀγὼ δοκεῖ γὰρ οὕτως ἔφηνʼ ἀφέντας ἤδη τὸν περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα, μεταλαμβάνειν ἕτερον τοσοῦτον οὐκ ἀφέντας εἶπεν ὁ Δημήτριος ἐκεῖνον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλʼ ὅσον ἱστορῆσαι τὴν πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme