33
καὶ ὁ Ἀμμώνιος; ἀνδρικῶς μέν ἔφη ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον λεπτότατον X: ἁπλότατον ἀεὶ καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ οὐδὲ *: οὔτε σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν ἓν ἐν *: ἐν ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ἢ ταῦτά σοι διαλυτέον ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.