Thesauros Literature biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
38 ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος ὀρθῶς ἔφη Λαμπρίας παραινεῖ. πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς οὐ σοφισμάτων ὡς Εὐριπίδης Εὐριπίδης] Nauck p. 674 φησίν, ἀλλὰ πραγμάτων σφάλλουσιν ἡμᾶς, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ἀλλʼ ἀνοιστέος ἀνοιστέος] Nauck p. 674 ὁ ὁ M λόγος, ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ ᾗ Turnebus: ᾧ χρώμενοι ποιοῦσι κατόχους τοῖς ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες. ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας εἶπεν εἶπεν Turnebus: εἰπεὶν ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον Ἡσίοδον] OD 125 ἠέρα ἑσσαμένους;ʼ ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς ψυχὴ πρὸς X ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ τῷ Emperius παρόντι βίῳ πρόσφορον. πρόσφορον R: προσφέρειν οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ Λεβαδείᾳ *: λεβαδίᾳ ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε. μὴ θαυμάσῃς ἔφην ἐγώ, πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν ἀλλὰ νῦν ὁ Ἀμμώνιος ἔφη καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις ἔχεις Basileensis: ἔχει καὶ προθύμους προθύμους R: πρόθυμοι τὰ μὲν ζητεῖν τὰ δὲ μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme