Thesauros Literature biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
40 ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ αἱ * ψυχαὶ σύμφυτον σύμφυρτον C. F. Hermannus. σύγχυτον Madvigius; sed cf. p. 451 c μὲν ἀλλʼ ἀμυδρὰν ἀλλ’ ἀμυδρὰν Emperius: καὶ ἀμυδρὸν καὶ δυσφάνταστον, ὅμως ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν ἀναλαμβάνουσιν] ἀναλάμπουσιν Emperius ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς τελετὰς ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ τῷ Emperius τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ τῷ idem ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι. ἐπιστρεφόμεναι W: ἐπιστρεφομένας οὐ γάρ, ὡς ὁ Εὐριπίδης Εὐριπίδης] Nauck. p. 674 φησί, μάντις δʼ δʼ Euripides ἄριστος ὅστις εἰκάζει καλῶς,ʼ ἀλλʼ οὗτος ἔμφρων ἔμφρων W: ὁμόφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν φαντασιῶν R: φανταστῶν πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι δῆλαι Turnebus: δῆλα γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ νάματος ἀναφέρηται. ἀναφέρηται *: ἀφαιρῆται καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους; τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα ἕτερα] ἐγείρει W πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν μαντικὴν Euripides (Bacch. v. 298): μαντευτικὴν πολλὴν ἔχει κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme