Thesauros Literature biography Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων

Περὶ τῶν ἐκλελοιπότων Plutarch
44 καίτοι καίτοι *: καὶ οἱ πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ ταὐτὰ Turnebus: ταῦτα δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδʼ ἀγήρων ἀγήρων *: ἀγήρω τὴν δύναμιν ἀλλʼ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου ὑποσάλου Anonymus: ὑπὸ σάλου γιγνομένης γιγνομένης] κινουμένης Turnebus καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν σύγχωσιν R: σύγχυσιν ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν παραμένειν] παρ’ ἡμῖν ἧν Patzigius τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. ἐν δʼ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς· ἂν ἡμῖν, ὦ Δημήτριε, σοῦ φράσειε σαφέστερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme