45
καὶ ὁ Δημήτριος οὐκ οἶδʼ ἔγωγε τά γε τά γε W: τάδε νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων τῶν καλῶν δὴ καὶ φυσιολόγων *: τὴν καλὴν δὴ καὶ φυσιολόγον ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς εἰς] del. Stegmannus coll. Eur. Rhes. 125 πολεμίων πολεμίαν R κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.