9
εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος, ὁ Κλεόμβροτος ἐμὲ προσαγορεύσας ἤδη σὺ τοῦτο δέδωκας ἔφη τὸ καὶ ποιεῖν ταυτὶ τὰ μαντεῖα καὶ ἀναιρεῖν τὸν θεόν;ʼ οὐκ ἔγωγʼ εἶπον· ἀναιρεῖσθαι μὲν γὰρ οὐδὲν αἰτίᾳ θεοῦ φημι μαντεῖον οὐδὲ χρηστήριον· ἀλλʼ ὥσπερ ἄλλα πολλὰ ποιοῦντος ἡμῖν ἐκείνου καὶ παρασκευάζοντος, ἐπάγει φθορὰν ἐνίοις καὶ στέρησιν ἡ φύσις, μᾶλλον δʼ ἡ ὕλη στέρησις στέρησιν - στέρησις] ἑτεροίωσν - ἑτεροίωσις? οὖσα ἀναφεύγει ἀναφεύγει] ἀνυφαίνει X πολλάκις καὶ ἀναλύει τὸ γιγνόμενον ὑπὸ τῆς κρείττονος αἰτίας, οὕτω μαντικῶν οἶμαι δυνάμεων σκοτώσεις ἑτέρας καὶ ἀναιρέσεις εἶναι, πολλὰ καλὰ τοῦ θεοῦ διδόντος ἀνθρώποις ἀθάνατον δὲ μηδέν· ὥστε θνήσκειν καὶ τὰ θεῶν θεοὺς δʼ οὒ κατὰ τὸν Σοφοκλέα. Σοφοκλέα] Nauck. p. 311 τὴν δʼ οὐσίαν αὐτῶν καὶ δύναμιν ἐν τῇ φύσει καὶ τῇ ὕλῃ φασὶ δεῖν δεῖν *: δεινοὺς ὀφείλειν. Interpolationem pepererit δεῖν pro δεινοὺς acceptum ζητεῖν, τῷ θεῷ τῆς ἀρχῆς; ὥσπερ ἐστὶ δίκαιον φυλαττομένης. εὔηθες γάρ ἐστι καὶ παιδικὸν κομιδῇ τὸ οἴεσθαι τὸν θεὸν αὐτὸν ὥσπερ τοὺς τοὺς] εἰς τοὺς R ἐγγαστριμύθους, Εὐρυκλέας πάλαι νυνὶ δὲ Πύθωνας; προσαγορευομένους, ἐνδυόμενον εἰς τὰ σώματα τῶν προφητῶν ὑποφθέγγεσθαι, τοῖς ἐκείνων στόμασι καὶ φωναῖς χρώμενον ὀργάνοις. ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς ὁ γὰρ θεὸν ἐγκαταμιγνὺς Turnebus: καταμιγνὺς praemissa lac. 90 litt. in V2, 48 in E ἀνθρωπίναις χρείαις οὐ φείδεται τῆς σεμνότητος οὐδὲ τηρεῖ τὸ ἀξίωμα καὶ τὸ μέγεθος αὐτῷ τῆς ἀρετῆσ.