Thesauros Literature biography Εἰ διδακτὸν ἡ ἀρετή

Εἰ διδακτὸν ἡ ἀρετή

Εἰ διδακτὸν ἡ ἀρετή Plutarch
2 ὦ · ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον; εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γʼ ὥς φησιν ὁ Πλάτων διὰ τὴν τοῦ ποδὸς τοῦ ποδὸς] ἐν τῷ ποδὶ Plato Clitoph. p. 407 c πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτʼ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι διʼ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα ἔσχατα κακὰ δρῶσί τε καὶ πάσχουσιν ὑπʼ ἀλλήλων· οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, γενομένην Emperius: γινομένην πότερον Τελχινας ἢ Τέλχινας ἢ Τέλχινας X ἀναγνωστέον οὐδʼ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος. ἀλλʼ ὅμως οὔτʼ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλʼ αἰδεῖται γενέσθαι καταγέλαστος· ἀμαθίην γὰρ Ἡράκλειτός Ἡεράκλειτος] Bywater p. 42 φησι κρύπτειν ἄμεινον· οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε οἶόν τε *: οἴεται καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι; παιδὸς ὀψοφαγοῦντος, ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης Ἀριστοφάνης] Nub. 979. Add. φησὶ W μὴ κιχλίζειν μηδʼ ὀψοφαγεῖν μηδʼ ἴσχειν τὼ πόδʼ ἐπαλλάξ· ἐναλλάξ Aristophanes οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι; ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος πανταχοῦ σὺ ἄρʼ εἶ;ʼ γελάσας οὐκοῦν ἔφη παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι. τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτός εἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν πρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες. καὶ ὁ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν, · τὰ καλά ἔφη τοῖς παισὶν ἡδέα ποιῶ. καίτοι καίτοι Emperius: καὶ αὐτοὶ διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι, ἄρασθαι idem: ἅψασθαι δυσὶ τὸν ἰχθῦν σῖτον κρέας· οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν. ἀναβαλεῖν Salmasius

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme