3
τί οὖν; ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἔστιν; ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα Iannotius γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν ἀρετῆς δʼ ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν· ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, Ἡερόδοτος] 4, 2 sqq. τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως παραδῶσιν παραδῶσιν] παραμένωσιν aut γάλα δονῶσιν Canterus αὐτοῖς· οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ. καίτοι γʼ ὁ στρατηγὸς Ἰφικράτης πρὸς τὸν Χαβρίου Καλλίαν ἐρωτῶντα καὶ λέγοντα πρὸς τὸν - λέγοντα] πρὸς τὸν ὀχληρῶς ἐν ἐκκλησίᾳ ἐρωτῶντα Saupp prorsus improbabilia sunt. cf. p. 99 e. 187 b. τίς εἶ; τοξότης; πελταστής; ἱππεύς; ὁπλίτης;ʼ, οὐδείς ἔφη τούτων ἀλλʼ ὁ τούτοις πᾶσιν ἐπιτάττων. γελοῖος οὖν ὁ λέγων, ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγία δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίγνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδʼ ὄνησίς ἐστιν. εἰ δʼ ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδων δαιτρεῦσαί δαιτρεῦσαι κἑ] Hom. o 322 τε καὶ τε καὶ Homerus: και ὀπτῆσαι καὶ οἰνοχοῆσαι, εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ περὶ W: πρὸς τοὺς διακονοῦντας;