Thesauros Literature biography Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς Plutarch
10 ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις δήξεις Amyotus: λήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ ἀλόγῳ M: λόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί· τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττηςmalim κατὰ πετρῶν καὶ κατὰ θαλάττης. c. p. 165 a ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια ὑγίεια *: ὑγεία τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· οὔτε γάρ πλούτου πλούτου κἑ] Bergk. 3 p. 597 χάριν ἢ τεκέων οὔτε τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς, τᾶς - ἀρχᾶς Aldina: τὰς - ἀρχάς τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δʼ - ἧττον ἁμαρτάνοντας. ἀλλʼ οὐ τοῦτο νῦν διελεγκτέον, ἐκεῖνο δʼ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθʼ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας Ἀνωμαλίας R: ἀνομολογίας ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών τὰ γὰρ ἐπιγιγνόμενα φησὶ πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ Μενάνδρῳ] Kock. 3 p. 173 λέγοντι οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτʼ ὅτʼ X οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα ἐκεῖν’ ᾑρούμεθα X: ἐκεῖνα αἱρούμεθα καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων, Πλάτων] Rep. p. 430 e αὐτόν αὑτόν *: αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν τὸν] τὸν αὐτὸν? μὲν κρατοῦνθʼ ἑαυτοῦ τὸν τὸν] τὸν αὐτὸν? δὲ μὴ κρατοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme