Thesauros Literature biography Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς Plutarch
12 καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δʼ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν· ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλʼ ἀναγκαίαν οὖσαν, οὐδʼ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλʼ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν καὶ περιίστασθαι περιίστασθαι] sanum videtur τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι· καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδʼ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν · ὑφʼ ἅρμασι γὰρ ἵππος ὥς φησι Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 457 ἐν δʼ ἀρότρῳ βοῦς· κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν. ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς· ὁ θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρʼ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμʼ ἀνοίᾳ ἅμ’ ἀνοίᾳ κἑ] cf. Plat. de Legg. pl. 716 a καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδʼ ἀποτήξειεν. ἀποτήξειεν] ἀπορρήξειεν R non opus εἰ δʼ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδʼ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορθοῦσιν ἀλλʼ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν, τὸ νικῶν] τὸ οἰκεῖον W. sed cf. p. 336 b ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότητος. οἰδοῦντι οἰδοῦντι *: οἰδῶντι. vid. Praeat. p. LXXXIII γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον περίοβον Turnebus: περίλοιπον τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον. καὶ καλῶς Ὅμηρος Ὁμηρος] N 284 εἰπών τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτε οὔτε Homerus: οὐδέ τι λίην ταρβεῖ τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, ὁ δὲ δίκαιος οὐκ οὐκ] ἀλλ’ οὐκ R ὠμὸς οὐδὲ πικρὸς ἔσται. τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς εἴ γε δυνατόν, ἔσται ἐν πολλοῖς W. sed verba hiant ἀργότερος; ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος. ταῦτα δʼ ἀμέλει καὶ οἱ νομοθέται συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους· πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, φησιν ὁ Πλάτων, Πλάτων] Io. p. 533 a sqq. τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος Ὁμηρος] O 262 ἐμποιεῖν φησι τοῖς ἀνθρώποις, ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· καὶ οὐχ ὃ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται·id. E 185 καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας· ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι· καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί· καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις. ᾗ καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, τί δʼ ἐκεῖνος εἶπεν ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἣδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας.
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme