Thesauros Literature biography Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς

Περὶ τῆς ἠθικῆς ἀρετῆς Plutarch
4 οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δʼ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν ὅση πέφυκε κἀφʼ κἀφʼ Duebnerus: καὶ ἐφʼ. cf. Nauck. p. 648 ὅσον διέρχεται τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδʼ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογʼ ἐστίν, ἀλλʼ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δʼ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης δάκρυ χεούσης *: δακρυχεούσης ,Hom. τ 208 κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δʼ ὅ γε δ’ ὅ γε *: δέ γε δάκρυα ἔκευθεν. δάκρυ’ ἔκευθεν *: δάκρυα κεῦθεν οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, εἶτʼ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν ἅμα ἅμα R: ἀλλὰ γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη τὰ μέλη? συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλʼ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται ἐπιτίθεται R: ἐπιτίθενται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι δόξαιμι] δόξω μοι? παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται συνήδεται R: συνῆλθε καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἔθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς ἴωμεν εἰπεῖν ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν ἀλλὰ ταῦτʼ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου Ὁμήρου] Π 167 τʼ τʼ R: δʼ ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος ὀτρύνειν ἵππους τε καὶ ἀνέρας ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπʼ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδʼ, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δʼ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος· ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος· ὠνόμασται δʼ ὅτι ὅτι] οὕτως ὅτι? τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν ʽ οὔτε γὰρ δυνατὸν οὔτʼ ἄμεινον̓, ἀλλʼ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς αἰδὼς *: θράσος αἰδὼς θάρσος ἡ δʼ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως δʼ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme