Thesauros Literature biography Περὶ εὐθυμίας

Περὶ εὐθυμίας

Περὶ εὐθυμίας Plutarch
12 οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ ἀβελτερία *: ἀβελτερίᾳ καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα. ἐπιχειροῦσα R: ἐπιχειροῦσιν αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους; φιλονίκους Duebnerus: φιλονείκους ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνωνHom. Σ 105. 106 ἐπήνεγκεν ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι Μεγάβυζον δὲ τὸν Πέρσην τὸν Πέρσην] del. R εἰς τὸ ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος. ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς,Hom. ε 428 sqq. ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme