15
καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται· καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλονταςmalim ἐμβαλόντας ὃ καλεῖται κανθαρώλεθρον, ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι. δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι. παλίντονος παλίντονος κἑ] Bywater. p. 22 γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου· καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές. ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην· Εὐριπίδην] Nauck. p. 369 οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς ), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς. αὑτοῖς *: αὐτοῖς οὐ γάρ, ὡς ὁ Μένανδρός Μένανδρος] Kock. 3 p. 167, ubi συμπαρίσταται φησιν, ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός, ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται κατάρχουσι Mullachius μοῖραι καὶ δαίμονες· ἔνθʼ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, idem 1 p. 1 δῆρίς θʼ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, Καλλιστὼ τʼ Αἴσχρη τε Θόωσά τε Δηναίη τε, νημερτής τʼ ἐρόεσσα μελάγκαρπός μελάγκαρπός] μελάγκουρός Tzetzes τʼ Ἀσάφεια.