Thesauros Literature biography Περὶ εὐθυμίας

Περὶ εὐθυμίας

Περὶ εὐθυμίας Plutarch
17 καθόλου δʼ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ οὐκ Huttenus: καὶ οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου Μενάνδρου] Kock. 3 p. 52 πρόχειρον οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ· τί γὰρ πρὸς σέ ἐστι, φησίν, φησίν] sc. Menander, sed Fragmentorum collectores non curant ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν; πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον Εὐριπίδειον] Nauck p. 449. intell. οὐκ ἄρχρηστόν ἐστιν ἔχειν πρόχειρον οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν. οὐδεὶς; γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδένʼ ἰδεῖν τἀμά τἀμὰ] sc. τὰν ἐμὰν ἐπιστάμαν Duebnerus etiam ἐπιστάμαν reposuit φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς οἷόν κʼ οὔτε κ’ οὔτε] κ’ ἠὲ Homerus φέροιεν Ἀχαιοὶ οὔτε ἂν οὔτ’ ἂν] ἤ κεν idem ἄγοιεν. Hom. E 484 ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν ταπεινοῦν] Stobaeus Ecl. Eth. 2 p. 161 ed. C. Wachsmuth. cf. p. 471 d οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδʼ ὑπὲρ τὴν τύχην ἔχουσαν· ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ σαθρὸν καὶ] σαθρόν τε καὶ idem τὸ ἐπίκηρον, ὃ ὃ Leonicus: ᾧ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, ἱδρυνθέντα codd. δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους ἀηττήτους] ἀνεκπλήκτους Stobaeus. ἀπτοήτους? πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους κατηγόρους Stobaeus: κατηγόρους ἄνυτον καὶ μέλητον λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δʼ οὐ δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον καὶ γενναὶον καὶ ἐλευθέριον C. Wachsmuth. cf. p. 485 a οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλʼ ἓως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος φεύγει μέγα λαῖφος ὑποστολίσας,Nauck. p. 911. Bergk. 3 p. 730 ἓως ἕως] εὖτε δʼ Bergk. ἕως δ’ ἂν? ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ, τρέμων κάθηται καὶ παλλόμενος, ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις· κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν ὥς φησιν Ἀσκληπιάδης Ἀσκληπιάδης] poeta ignotus παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme