18
τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην ἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ,Nauck p. 81 καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς ἀρεστῆς R: ἀρετῆς καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δʼ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω·Eur. Bacch. 498 τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών προκατείλημμαὶ σʼ, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδʼ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδʼ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντʼ εἰς τὸ εἰς τὸ M τάχα δʼ οὐδὲν ἔσται δυσχερέστερον.· ἀτονίαν, ἀτονίαν R: ἀνίαν. cf. p. 460 b γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς. ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθʼ ἕκαστον ἀποδείκνυσι λόγος.