Thesauros Literature biography Περὶ εὐθυμίας

Περὶ εὐθυμίας

Περὶ εὐθυμίας Plutarch
2 ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ δεῖ κἑ] Mullach. 1 p. 346 τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοιςEurip. Orest. 258 καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν ὥς φησιν Ἡσίοδος, Ἡσίοδος] OD 519 λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε Hom. α 191 παρτίθει, παρτίθει Cobetus τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι Hom. A 488 διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε. καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.Hom. Σ 104 ὅθεν οὐδʼ Ἐπίκουρος Ἐπίκουρος] Usener. p. 328 οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων φαύλων] βλαβερῶν Stob. 29, 71 ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme