Thesauros Literature biography Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας

Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας

Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας Plutarch
2 ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου ἀγαμίου καὶ ὀψιγαμίου Doehnerus: ἀγάμου καὶ ὀψιγάμου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος καὶ Σόλωνος] del. idem οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας, τριπαιδίας idem ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται. ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτʼ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ συνῆλθεν εἰς ταὐτὸ Doehnerus: ἦλθεν εἰς τὸ αὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς· αἰσθόμενον δʼ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος. ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν ἐν] ἓν Emperius τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις. ἀλλὰ τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν ξανθὸν μέλι μηδομέναν Bergk. 3 p. 411 κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται· τῇ τῇ] ἡ Doehnerus δʼ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας τὰς ἀκάνθας R: τῆς ἀκάνθης ἀκριβῶς ὑπέθηκε ἐπέθηκε Doehnerus τῷ κλύσματι τοῦ κύματος, ὡς ὡς] ὅπως R τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται πέπλασται X: πεπλάσθαι πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαιmalim παρεισδέχεσθαι μηδὲ τὰ ἐλάχιστα. μάλιστα δʼ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. ἡ δʼ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας ὑμένας] σκύμνους Doehnerus. cf. Theocr. XI, 41 οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δʼ Ὁμηρικὸς λέων, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται Homerus: ὃν ῥά τε νήπια τέκνα ἄγοντα συναντήσονται ἐν ὕλῃ Hom. P 134 ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων ἆρʼ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγονα φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ τολμηρὰ τὰ δειλὰ Emperius: τὰ τολμηρὰ δειλὰ ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ γαστρίμαργα καὶ ὥσπερ καὶ ὥσπερ] ὥσπερ Stegmannus ut cum pracedentibus iungatur ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇHom. I 324 τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα, ἔκγονα *: ἔγγονα καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα Hom. ν 14 ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι, μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας. τὰς δʼ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθʼ ἡμέραν ἔχομεν, ὃν τρόπον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δʼ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα προσέρποντα (προστρέχοντα Doehnerus) W: προσέρχονται πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι τι R: ἢ καὶ προσφιλὲς ἐπιφθέγγεσθαι· κύνας δὲ καὶ δράκοντας, κύνας δὲ καὶ δράκοτας X: κυνέας δὲ καὶ δρακοντίας ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. εἶτα τὰ Doehnerus ταῦτʼ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν κυνῶν] ἀλκυόνων idem καὶ ἄρκτων προνοοῦσαν, ἀλλʼ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δʼ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, διʼ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδʼ ἐπισταμένης φιλεῖν ἄνευ χρείας θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ Kock. 3 p. 450 κατʼ κατʼ] καὶ κατʼ? vid. Usener. p 320 Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ ἡ R μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλʼ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθʼ ἵπποι πώλους πώλους] add. οὔτε βόες μόσχους Doehnerus οὔτʼ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δʼ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme