3
ἀλλʼ οὔτʼ ἀληθὴς ὁ λόγος οὔτʼ ἄξιος ἄξιος R: ἄξιον ἀκούειν. ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν· ἐνέφυσεν R: εἶναι φύσιν οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγοα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς· αὗται δʼ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς. πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος φιλότεχνος X: φιλότεκνος καὶ ἀνελλιπὴς καὶ ἀπερίτμητος ἀπερίτμητος] ἀνεπιτίμητος? οὐδέν ὡς ἔφησεν Ἐρασίστρατος ἔχουσα ῥωπικόν· τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδʼ εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλʼ ἀποκειμένων καὶ κεκρυμμένων ἀλλ’ ἀποκειμένων καὶ κεκρυμμένων] καὶ Stegmannus ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκείνων εὐφυΐαν. ἀρκεῖ δʼ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν. τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ διʼ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἐμμήνοις] add. κηʼ Doehnerus ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δʼ ὑστέραν οἷον ἀρότῳ ἀρότῳ R: ἀρότρῳ καὶ σπόρῳ γῆν ἐν φυτοῖς ἐν φυτοῖς] i. e. ἐπὶ τῶν φυτῶν. frustra tentatur ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν προσπεσοῦσαν W: προσπεσοῦσα ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης· ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν ὥς φησι Δημόκριτος Δημόκριτος] Mullach. 1 p. 359 ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι· τοὺς μὲν, τοὺς μὲν Basileensis: καὶ τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δʼ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέφος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν κυηθὲν X: κινηθὲν ἑτέρας ἀνατροφῆς καὶ χώρας δέηται. τότʼ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφʼ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν, ἔχει παρεσκευασμένας οἷον ἐγγείους ἤ τινας ἤ τινας] τινὰς R qui recte nunc mihi emendasse vid. cf. Symb. meas κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδʼ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς ἐντὸς ἔχει Benselerus διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον. ταμιεῖον *: ταμεῖον ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει ἔπι πνείει Homerus: ἐπιπνείει τε καὶ ἕρπει· Hom. P 446 τοῦτʼ οὐ ψεύδεται ὁ ὁ R λέγων ἐπὶ νηπίου καὶ καὶ] del. Doehnerus ἀρτιγενοῦς. οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδʼ ἄπορον οὐδὲ γυμνὸν οὐδʼ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος· ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλʼ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν περιλαβεῖν] περιβαλεῖν? ἢ τοῦ φύσει φιλοῦντος. διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς, χαλᾷ τοὺς μαστοὺς] χαλᾷ Herwerdenus. de vocum distinctione cf. Reiskius ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν γεγόνασιν] del. idem περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος.