Thesauros Literature biography Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας

Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας

Περὶ τῆς εἰς τὰ ἔκγονα φιλοστοργίας Plutarch
5 ἐξαμαυροῦται γὰρ γὰρ] δὲ Amyotus καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. ἢ μηδʼ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρωπον λέγωμεν, λέγωμεν M: λέγομεν ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν; ὁ δʼ Οἰδίπους ἤρασσʼ βλέφαρα · φοίνιαι δʼ ὁμοῦ Soph. OR 1275 γλῆναι γένειʼ ἔτεγγον. φοίνιαι - ἔτεγγον Sophocles: φοίναι δόμου cum lacuna 18 litt. Urbinas Ἡγησίας δὲ δὲ Duebnerus διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων πολλαὶ μορφαὶ τῶν δαιμονίων. Eur. Alc. 1159. passim ταῦτα δʼ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν κατὰ φύσιν R: καὶ κατὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον. μὴν ἀλλʼ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος.lacunam post νοσήματος add. X
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme