Thesauros Literature biography Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν Plutarch
3 αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους λόγους] λογισμοὺς Herwerdenus καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ ἐλάττονος δαπάνης ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. τύχη, πενίαν ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις ἐν τοῖς προβάτοις i. e. in balneis privatis Usenerus καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε τίς ὠνήσασθαι βούλεται κύριον; κύριον ego addidi quod exciderit propter κύλικα κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ εὐκόλως ἐξέπιεν; ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν, προύλαβεν? ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας πυρὰν νήσας X: τυραννήσας τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ λοιπαί. τῶν δʼ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος ἐκτριψάμενος? τὸ θνητόν. ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι καὶ δόξης. ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme