Thesauros Literature biography Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν

Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν Plutarch
1 ὑπομένειlac. ante ὑπομένει signavit Amyotus πεπραμένον τὸ σῶμα πεπραμένον τὸ σῶμα Nauck. p. 606: τὸ σῶμα πεπραμένον τῆς φερνῆς ἔχων ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα προσθεῖσα] προστίθησι W Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος Σικυώνιος] Hom Ψ 297 ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλʼ αὐτοῦ ἀλλ’ αὐτοῦ Homerus: ἀλλὰ τέρποιτο μένων εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν ἄλυποι ἄλυποι] ex praegresso ἄλυπον ortum; quid lateat incertum. αὐλικοὶ Amyotus καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, Hom. B 700 καὶ δόμος ἡμιτελής· σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν ἔν τισιν] ἔντευξιν W ἐλπίσιν ἐλπίσιν R: ἐλπίζων καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme