2
ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῇ δʼ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· ἀλλʼ ἐμοῦ τοι τὸ ἐντός ἔφη σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδʼ ὄψει δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν εὐστροφίαν R ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην. λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τʼ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, Δημοκριτος] Mullach. 1 p. 346 οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλʼ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὢχραις ὤχραις] χρόαις? ἐρυθαινόμενα φωρᾶται, καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δʼ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτʼ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπʼ αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, ἄνοιαν] ἄγνοιαν W διʼ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται . καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετʼ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν. Nauck. p. 907