Thesauros Literature biography Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα Plutarch
3 διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ ἐπεὶ X: ἐπὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος. ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας, ἄγομεν ἄγομεν] φέρομεν Euripides ἐξ ὄρεος ἐξ ὀρέων idemEurip. Bacch. 1169 ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραμα. μακαρίαν θήραν Vita Crass. c. 33 et Euripides Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· ἂν δέ που μικρὸν ἐξᾴξῃ ἐξάξῃ Duebnerus: ἐξάξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοιςEur. Or. 258 ἐπέστησε καὶ κατέσχεν. οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες, τότε τότε] ὅτε? μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme