Thesauros Literature biography Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα Plutarch
4 ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι οἱ στείλασθαι R τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις ὀλεθρίοις] ἐναντίοις Duebnerus καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ διὰ ταῦτα καὶ διὰ ταῦτα] dubito an non glossema sit sive hoc sive καὶ τούτοις καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε. καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν; ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες ὀργιάσοντες *: ὁργιάσοντες κώμοις· ἀλλʼ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει· καὶ πλῆθοςsupplendumne καὶ πραγμάτων πλῆθος an ἀθρόων πραγμάτων? dubium ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ· συνέρρωγεν ὀλλύντων τε καὶ ὀλλυμένωνHom. Δ 451 ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία .
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme