Thesauros Literature biography Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα

Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα Plutarch
1 Ὅμηρος Ὅμηρος] P 446 μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, συγκρίνωμεν R: συγκρίνομεν εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. αὐτῆς R: αὐτῇ οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον.
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme