Thesauros Literature biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
20 δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἣκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον· πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς. ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδʼ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως· ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δʼ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντʼ ἄλλων ἀποκρίσεις διδόντα. διδόντα R: διδόντας ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ θεός, ᾧ λατρεύει, καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος λαλέοντος] φωνεῦντος Herodotus 1, 47 ἀκούει. τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν, διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν ἄμας ἀπῄτουν, οἱ δʼ ἀπηρνοῦντο σκάφας. κοξκ. 3 π. 494 ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι. ἐξερᾶσθαι Emperius: ἐξορᾶσθαι καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέοι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme