Thesauros Literature biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
21 ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν. οἷον πυθομένου τινὸς εἰ Σωκράτης ἔνδον, ὁ μὲν ἀπροθύμως καὶ ὥσπερ καὶ ὥσπερ *: ὥσπερ καὶ ἄκων ἀποκρίνεται τὸ οὐκ ἔνδον · ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸ ἔνδον ἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν· ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην ΟΥ μέγα γράψαντες ἀπέστειλαν. ὁ δὲ φιλανθρωπότερον ἀποκρίνεται οὐκ ἔνδον ἀλλʼ ἐπὶ ταῖς τραπέζαις · κἂν βούληται προσεπιμετρῆσαι, ξένους τινὰς ἐκεῖ περιμένων. ὁ δὲ περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, οὐκ ἔνδον φησὶν ἀλλʼ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὤν, καὶ παρὰ Τισσαφέρνει διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται διʼ Ἀλκιβιάδην Ἀθηναίοις· ὁ γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησι καὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης. μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ ὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα τὴν ἀπόκρισιν. Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν, ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας ὁ γυμνασίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος τοῦ μεγέθους R τῆς φωνῆς (ἦν γὰρ μεγαλοφωνότατος)· εἰπόντος δʼ ἐκείνου δός μοι μέτρον φωνῆς,ʼ οὐ φαύλως ὑπέτυχε δίδωμι δίδωμί σοι? τὸν προσδιαλεγόμενον. τῷ δʼ ἀποκρινομένῳ μέτρον ἔστω ἡ τοῦ ἐρωτῶντος βούλησις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme