Thesauros Literature biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
22 καὶ μὴν ὥσπερ ὁ Σωκράτης; ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθειp. 521 f. 661 f.: ἀναπείθει ἐσθίειν καὶ τῶν πωμάτων πωμάτων *: πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν. οἷον οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί· καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον. ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρʼ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν. πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας κωμικῆς ἐκείνης ἀγρυπνίας] cf. Kock. 3 p. 48 λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν. ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρʼ ἔχει,ʼ ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει ἕλκει] cf. Kock. 3 p. 612 τὴν φωνὴν ἐφʼ ἑαυτὸ ἑαυτὸ] malim αὑτὸ καὶ περιάγει τὴν γλῶτταν, ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας· οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται ὦ φιλτάτη κλίνη Kock. 3 p. 438 καὶ Βακχὶς θεὸν σʼ ἐνόμισεν, εὔδαιμον εὔδαιμον idem: εὐδαῖμον λύχνε καὶ τῶν θεῶν μέγιστος ἐν ἐν *: εἰ. cf Soph. Ai. 1136. Antig. 925. OC 1214. Eur. Hipp. 1320. Kock. 2 p. 242 ταύτῃ δοκεῖς. ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος· οὐ μὴν ἀλλʼ ὁ ἀλλ’ ὁ R: ἀλλὰ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν, ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ διʼ ἡδονὴν δυναμένων. τὸ δʼ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατʼ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι. φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, Nauck. p. 413 ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν, ἐν ἱστορίαις ὁ ἀναγνωστικός ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος. ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι· δελεαζομένη γὰρ ὑπʼ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δʼ ὁ Κῦρος, Κῦρος] Xen. Cyrop. 1, 4, 4 ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλʼ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος· ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δʼ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω δοῦναι βραχὺν τῷ τῷ] τὸ Emperius. τοῦ? σιωπῆσαι μὴ δυνάμενος· εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον· ὡς τῶν παρʼ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme