23
οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι., καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν ἧττον γὰρ ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον. ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιούτους καὶ διαλέγεσθαι κατʼ ἰδίαν. ὁ μὲν γὰρ Στωικὸς Ἀντίπατρος, ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν Στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν καλαμοβόας ἐπεκλήθη· τὸν δʼ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γράφειν σκιαμαχία καὶ ἡ βοὴ τοῦ πλήθους ἀπερύκουσα καθʼ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς ἀνθρώποις. ἁρμόσει δʼ αὐτοῖς σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων ὁμιλεῖν αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενήσονται τοῦ σιωπᾶν. τούτοις δʼ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς · τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν, ὅταν τι μέλλωμεν λαλεῖν καὶ τὰ ῥήματα τῷ στόματι προστρέχῃ, τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ καταβιαζόμενος; ἐπὶ τί δʼ ἡ γλῶσσʼ ἀσπαίρει; τί δʼ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές; οὐ γὰρ ὡς βάρος τι δεῖ πιέζοντʼ πιέζον R ἀποθέσθαι τὸν λόγον, ἐπεὶ παραμένει γε καὶ ῥηθεὶς ὁμοίως· ἀλλʼ ἢ διʼ αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν, ἐν ᾗ τυγχάνουσιν ὄντες. εἰ δὲ μήτε μήτε R: οὔτε τῷ λέγοντι χρήσιμον μήτʼ ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ τε καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται; τὸ γὰρ μάτην καὶ διακενῆς οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν. ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν τὸ Σιμωνίδειον ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δʼ οὐδέποτε· καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρόν ἐστιν· ὅπου καὶ λυγμὸν καὶ βῆχʼ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι, μετὰ πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο. σιγὴ δʼ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης,cf. p. 90 d ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον.