Thesauros Literature biography Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας

Περὶ ἀδολεσχίας Plutarch
7 τῶν δʼ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δʼ ἀδολεσχίᾳ πάντα συμβέβηκε. χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν ἐπεὶ πόνος ἄλλος ἔπειγενHom. λ 54 ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατʼ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δʼ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν τὴν πόλιν] om. mei codd. ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,ʼ cf. Vit. Sull. c. 2 καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος λόγων ὥς φησιν ὁ Πλάτων Πλάτων] de Legg. p. 717 c βαρυτάτην ζημίαν τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία. μία γὰρ ἦν νύξ, μεθʼ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων · ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας εὔχου φησὶν ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις. ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει Hesiodo tribuitur; cf. fr. 245 ed. Rzach. τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· τἀνθρώπου *: τοῦ ἀνθρωπου κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπʼ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme