11
μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμενδιδάσκωμεν] διασκῶμεν? ἐπὶ ταύτην τὴν ἐγκράτειαν· καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος· ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματαγράμματα] ἐπιγράμματα R τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδʼ ἐπιτερπὲς ἐν τούτοις γέγραπται· ἀλλʼ ἐμνήσθη ὁ δεῖνα τοῦ δεῖνος ἐπʼ ἀγαθῷ καὶ φίλων ἄριστος ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας· ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα; καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵνʼ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι πέλματαπέλματα Emperius: τέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν· οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδʼ ἀπαμβλύνωμεν.