Thesauros Literature biography Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης Plutarch
2 νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδεινεὔδειν X: ᾄδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι· τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ ὈδυσσεὺςὈδυσσεὺς] Hom. λ 88. 153 sqq. 235, 281 οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ ΧλωρὶςΧλωρὶς] Χλῶριν vocat Homerus καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου Hom. λ 278 ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν. ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺςκαθ’ αὑτοὺς? ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme