Thesauros Literature biography Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης Plutarch
5 τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲνμὲν] opponitur ἀλλ’ εἰ δεῖ κἑ p. 340, 21 ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶνμικρῶν] malim ἢ μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦποῦ] ποι? κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα Nauck. p. 315 πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται. καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν. ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶπεσήματ’ - κἀπολακτισμοὶ Duebnerus: πεσήματα - καὶ ἀπολακτισμοὶ βίων·βίου Aeschylus Aesch. Suppl. 937 φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων,ναυάγι’ οἴκων distinxit Duebnerus ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme