Thesauros Literature biography Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης Plutarch
6 ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται, ἄλλα τεδὲ Schneiderus, qui versum Callimacho vindicat δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει. καὶ τὸ οἴμοι, τὸ κακὸν τῆς εὐτυχίαςNauck. p. 913 ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες· ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς Nauck. p. 913 κωκυτὸς ἐμπέπτωκεν· αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς. ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme