Thesauros Literature biography Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης

Περὶ πολυπραγμοσύνης Plutarch
9 τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει· διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας. τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρʼ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι· πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν· ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι. διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν· οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ ΒελλεροφόντηςΒελλεροφόντης] cf. Hom. Z 155 sqq. ἐκεῖνος οὐδὲ καθʼ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλʼ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂνἂν] δ’ ἂν? οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. ταὐτὸ δʼ οἱ πολυπράγμονες ποιοῦσι · πολλὰπολλὰ] πολλὰ γὰρ Stegmannus καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδʼ ἀκινδύνως ἀεὶ δʼ ἀδόξως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme