5
ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰεἰ] εἰ ἔτι Herwerdenus, coll. Plat. Rep. p. 329 b δύναται γυναικὶ πλησιάζειν, εὐφήμει, ἄνθρωπε εἶπεν ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών. χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος;Ἀλκαῖος] Bergk. 3 p. 183 διαφυγεῖν μήτε γυναῖκα. τοῦτο δʼ οὐκ ἔστιν ἐπὶmalim ἔστιν εἰπεῖν τῆς φιλοπλουτίας· ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται. τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν. ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, θαυμάζω σʼ ὦ Φωκίων εἶπεν ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτʼ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα· καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν; Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν, ὦ ταλαίπωρε, τίς ἀνάγκη; σαπραγόρα προῖξ. ἄγε σὺ κυκᾷς ὑφάπτεις,τίς ἀνάγκη - - ὑπάπτεις] in Symbolis conieceram: τίς ἀνάγκα σά; παραγόρα προῖξ ἐμά γε. ἃ δὲ σὺ κλείσας φυλάττεις ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσιδορυφοροῦσι] δορυφόρους ἔχουσι Madvigius δῶρα πέμπουσι, στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶνKock. 3 p. 450. ζῶν κοχ. βίον (τινός) idem διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος.