6
καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν. ἑτέρα δʼ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸςπρὸς] del. Herwerdenus μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων. ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπʼ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν διʼ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς· ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν. ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες· ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας· τοῖς δʼ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδʼ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων.