9
οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπʼ ἀπειρίας μᾶλλον δʼ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢἢ] deleverim καὶ τῶν χρησίμων· παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε Ζηνὸς που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή·Hom. δ 74 ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα Σωκράτης δʼ ἂν εἶπεν ἢ καὶ Διογένης ὅσσα τάδʼ ἄθλια πολλὰ καὶ ἄχρηστα καὶ μάταια· γέλως μʼ ἔχει εἰσορόωντα. τί λέγεις, ἀβέλτερʼ, ὃςἀβέλτερ’ ὃς *: ἀβέλτερος τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;